Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʼ ἐκ θυμὸν ἕλοιο
  2. αὐτίκα νῦν, ἢ ἔπειτα μʼ ἀναρπάξασα θύελλα
  3. οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα,
  4. ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.
  5. ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·
  6. τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο
  7. ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη
  8. τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ·
  9. Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν
  10. εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή,
  11. ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.
  12. εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,
  13. κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο—
  14. ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα,
  15. μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων—
  16. τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο
  17. καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν·
  18. ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες,
  19. ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα
  20. ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,
  21. μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.
  22. ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις
  23. ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ,
  24. νύκτας δʼ ὕπνος ἔχῃσιν—ὁ γάρ τʼ ἐπέλησεν ἁπάντων,
  25. ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ—
  26. αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων.
  27. τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,
  28. τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ
  29. χαῖρʼ, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλʼ ὕπαρ ἤδη.
  30. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
  31. τῆς δʼ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς·
  32. μερμήριζε δʼ ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν
  33. ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι.
  34. χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν,
  35. ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην
  36. θῆκε θύραζε φέρων, Διὶ δʼ εὔξατο χεῖρας ἀνασχών·
  37. Ζεῦ πάτερ, εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
  38. ἤγετʼ ἐμὴν ἐς γαῖαν, ἐπεί μʼ ἐκακώσατε λίην,
  39. φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων
  40. ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.
  41. ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε μητίετα Ζεύς,
  42. αὐτίκα δʼ ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου,
  43. ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς.
  44. φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς
  45. πλησίον, ἔνθʼ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν,
  46. τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες
  47. ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.
  48. αἱ μὲν ἄρʼ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,
  49. ἡ δὲ μίʼ οὔπω παύετʼ, ἀφαυροτάτη δʼ ἐτέτυκτο·
  50. ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι·
  51. Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις,
  52. ἦ μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος,
  53. οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις.
  54. κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω·
  55. μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε
  56. ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν,
  57. οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατʼ ἔλυσαν
  58. ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν.
  59. ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς
  60. Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας.
  61. αἱ δʼ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλʼ Ὀδυσῆος
  62. ἀγρόμεναι ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ.
  63. Τηλέμαχος δʼ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς,