Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πάννυχον ἐγρήσσοντα, κακῶν δʼ ὑποδύσεαι ἤδη.
  2. ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν,
  3. αὐτὴ δʼ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων.
  4. εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ,
  5. λυσιμελής, ἄλοχος δʼ ἄρʼ ἐπέγρετο κεδνὰ ἰδυῖα·
  6. κλαῖε δʼ ἄρʼ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.
  7. αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν,
  8. Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν·
  9. Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη
  10. ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʼ ἐκ θυμὸν ἕλοιο
  11. αὐτίκα νῦν, ἢ ἔπειτα μʼ ἀναρπάξασα θύελλα
  12. οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα,
  13. ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.
  14. ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·
  15. τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο
  16. ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη
  17. τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ·
  18. Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν
  19. εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή,
  20. ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.
  21. εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,
  22. κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο—
  23. ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα,
  24. μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων—
  25. τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο
  26. καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν·
  27. ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες,
  28. ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα
  29. ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,
  30. μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.