Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν·
  • εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων
  • νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ,
  • καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.
  • ἀλλʼ ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν
  • πάννυχον ἐγρήσσοντα, κακῶν δʼ ὑποδύσεαι ἤδη.