Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν·
  2. αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω
  3. ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν·
  4. εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων
  5. νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ,
  6. καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.
  7. ἀλλʼ ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν
  8. πάννυχον ἐγρήσσοντα, κακῶν δʼ ὑποδύσεαι ἤδη.
  9. ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν,
  10. αὐτὴ δʼ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων.
  11. εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ,
  12. λυσιμελής, ἄλοχος δʼ ἄρʼ ἐπέγρετο κεδνὰ ἰδυῖα·
  13. κλαῖε δʼ ἄρʼ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.
  14. αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν,
  15. Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν·
  16. Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη
  17. ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʼ ἐκ θυμὸν ἕλοιο
  18. αὐτίκα νῦν, ἢ ἔπειτα μʼ ἀναρπάξασα θύελλα
  19. οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα,
  20. ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.
  21. ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·
  22. τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο
  23. ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη
  24. τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ·
  25. Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν
  26. εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή,
  27. ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.
  28. εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,
  29. κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο—
  30. ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα,
  31. μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων—
  32. τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο
  33. καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν·
  34. ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες,
  35. ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα
  36. ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,
  37. μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.
  38. ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις
  39. ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ,
  40. νύκτας δʼ ὕπνος ἔχῃσιν—ὁ γάρ τʼ ἐπέλησεν ἁπάντων,
  41. ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ—
  42. αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων.
  43. τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,
  44. τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ
  45. χαῖρʼ, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλʼ ὕπαρ ἤδη.
  46. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
  47. τῆς δʼ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς·
  48. μερμήριζε δʼ ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν
  49. ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι.
  50. χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν,
  51. ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην
  52. θῆκε θύραζε φέρων, Διὶ δʼ εὔξατο χεῖρας ἀνασχών·
  53. Ζεῦ πάτερ, εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
  54. ἤγετʼ ἐμὴν ἐς γαῖαν, ἐπεί μʼ ἐκακώσατε λίην,
  55. φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων
  56. ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.
  57. ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε μητίετα Ζεύς,
  58. αὐτίκα δʼ ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου,
  59. ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς.
  60. φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς
  61. πλησίον, ἔνθʼ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν,
  62. τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες
  63. ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.
  64. αἱ μὲν ἄρʼ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,
  65. ἡ δὲ μίʼ οὔπω παύετʼ, ἀφαυροτάτη δʼ ἐτέτυκτο·
  66. ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι·
  67. Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις,
  68. ἦ μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος,
  69. οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις.
  70. κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω·
  71. μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε
  72. ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν,
  73. οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατʼ ἔλυσαν
  74. ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν.
  75. ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς
  76. Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας.
  77. αἱ δʼ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλʼ Ὀδυσῆος
  78. ἀγρόμεναι ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ.
  79. Τηλέμαχος δʼ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς,
  80. εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ·
  81. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  82. εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι· χαλκῷ·
  83. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, πρὸς δʼ Εὐρύκλειαν ἔειπε·