Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθʼ ἑταίρῳ,
  • ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν·
  • αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω
  • ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν·
  • εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων
  • νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ,
  • καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.