Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,
  2. ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν.
  3. δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο
  4. ἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλʼ ἱέρευσαν·
  5. δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,
  6. οἷον δὴ τάχʼ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ
  7. θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο.
  1. τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
  2. κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
  3. τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον
  4. ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.
  5. κλίμακα δʼ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,
  6. εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ
  7. καλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν.
  8. βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν
  9. ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,
  10. χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.
  11. ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη
  12. ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί,
  13. δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας
  14. Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.
  15. τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν
  16. οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς
  17. ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε·
  18. μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν
  19. νηυσὶ πολυκλήϊσι τριηκόσιʼ ἠδὲ νομῆας.
  20. τῶν ἕνεκʼ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς
  21. παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.
  22. Ἴφιτος αὖθʼ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο