Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
  2. ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω,
  3. μοῦνος ἐών· οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔασι.
  4. πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω·
  5. εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι,
  6. πῆ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα.
  7. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  8. σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθʼ ἑταίρῳ,
  9. ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν·
  10. αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω
  11. ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν·
  12. εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων
  13. νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ,
  14. καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.