Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
  • ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω,
  • μοῦνος ἐών· οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔασι.
  • πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω·
  • εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι,
  • πῆ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα.