Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος·
  • οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,
  • σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων
  • ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης.
  • ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.
  • ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·
  • τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες
  • ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι.