Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες
  2. Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες·
  3. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  4. Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος·
  5. οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,
  6. σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων
  7. ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης.
  8. ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.
  9. ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·
  10. τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες
  11. ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι.