Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,
  2. ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.
  3. μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες
  4. Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες·
  5. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  6. Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος·