Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.
  2. ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,
  3. ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.
  4. μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες
  5. Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες·
  6. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  7. Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος·
  8. οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,
  9. σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων
  10. ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης.
  11. ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.
  12. ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·
  13. τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες
  14. ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι.
  15. ὣς ἔφασαν μνηστῆρες· ὁ δʼ οὐκ ἐμπάζετο μύθων,
  16. ἀλλʼ ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί,
  17. ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.
  18. ἡ δὲ κατʼ ἄντηστιν θεμένη περικαλλέα δίφρον
  19. κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,