Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν
  2. ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτο
  3. μνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆος
  4. ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.
  5. ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,
  6. ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.
  7. μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες
  8. Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες·
  9. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  10. Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος·
  11. οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,
  12. σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων
  13. ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης.
  14. ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.