Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Εὐρύμαχʼ, οὔ τί σʼ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν·
  2. εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω
  3. καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.
  4. τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν
  5. ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτο
  6. μνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆος
  7. ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.
  8. ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,
  9. ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.
  10. μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες
  11. Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες·