Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.
  2. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·
  3. ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.
  4. ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε
  5. εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει.