Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων
  2. εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.
  3. οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,
  4. αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι·
  5. εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,
  6. ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ
  7. οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς.
  8. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.
  9. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·
  10. ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.
  11. ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε