Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
  2. ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων
  3. εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.
  4. οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,
  5. αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι·
  6. εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,