Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,
  2. ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται,
  3. οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω
  4. γήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι.
  5. αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι
  6. μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.
  7. ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη