Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,
  2. ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,
  3. ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ.
  4. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  5. οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,
  6. ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται,
  7. οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω
  8. γήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι.
  9. αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι
  10. μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.
  11. ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη
  12. ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.
  13. οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,
  14. αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων
  15. δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός.
  16. τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
  17. ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων
  18. εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.
  19. οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,
  20. αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι·