Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν.
  2. ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,
  3. γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,
  4. ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,
  5. ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ.
  6. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  7. οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,
  8. ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται,
  9. οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω
  10. γήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι.
  11. αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι
  12. μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.
  13. ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη
  14. ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.
  15. οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,
  16. αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων
  17. δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός.
  18. τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
  19. ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων
  20. εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.
  21. οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,
  22. αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι·
  23. εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,
  24. ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ
  25. οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς.
  26. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.
  27. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·
  28. ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.
  29. ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε
  30. εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει.
  31. τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
  32. Εὐρύμαχʼ, οὔ τί σʼ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν·
  33. εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω