ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλονδμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίηνἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπεινοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τεμνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν,εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν.ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ.