Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ·οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτοἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳφαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα.ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,μήλων σφαζομένων οἴνοιό τε πινομένοιοκαὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴητεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,