Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς
  2. ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ
  3. σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον.
  4. Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·
  5. Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ·
  6. οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.
  7. ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,
  8. καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο
  9. ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ
  10. φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,
  11. ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα.
  12. ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,
  13. μήλων σφαζομένων οἴνοιό τε πινομένοιο
  14. καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.
  15. ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·
  16. εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,
  17. καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη
  18. τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,
  19. ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
  20. ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.
  21. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
  22. ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·
  23. ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
  24. ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
  25. μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον
  26. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  27. Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην
  28. ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.
  29. ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
  30. νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
  31. τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τε
  32. μνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν,
  33. εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·
  34. νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν.
  35. ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,
  36. γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,
  37. ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,
  38. ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ.
  39. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  40. οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,
  41. ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται,
  42. οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω
  43. γήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι.
  44. αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι
  45. μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.
  46. ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη
  47. ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.
  48. οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,
  49. αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων
  50. δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός.
  51. τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
  52. ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων
  53. εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.
  54. οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,
  55. αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι·
  56. εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,