Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  2. ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.
  3. κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς
  4. ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ
  5. σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον.
  6. Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·
  7. Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ·
  8. οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.
  9. ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,
  10. καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο
  11. ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ