Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ
  2. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  3. ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.
  4. κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς
  5. ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ
  6. σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον.
  7. Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·