Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,
  • ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
  • ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται.
  • ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς
  • ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ
  • δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.