Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·
  2. κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω·
  3. μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,
  4. ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
  5. ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται.
  6. ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς
  7. ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ
  8. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  9. ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.
  10. κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς
  11. ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ