Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
  2. λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον
  3. δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.
  4. ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,
  5. Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν·
  6. ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι
  7. μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.
  8. ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·
  9. κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω·
  10. μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,
  11. ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
  12. ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται.
  13. ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς
  14. ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ
  15. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  16. ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.
  17. κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς
  18. ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ
  19. σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον.
  20. Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·
  21. Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ·
  22. οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.
  23. ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,