Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην
  2. ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ
  3. ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.
  4. οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
  5. μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα·
  6. πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο
  7. ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει
  8. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.
  9. μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
  10. λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον
  11. δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.
  12. ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,
  13. Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν·
  14. ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι