Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
  2. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  3. καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί,
  4. Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει.
  5. οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη
  6. παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν.