Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς.
  2. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  3. Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν,
  4. ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,
  5. δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν·
  6. πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν
  7. ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν·