Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην·
  2. σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον
  3. κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης.
  4. σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,
  5. καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς.
  6. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  7. Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν,
  8. ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,
  9. δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν·
  10. πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν
  11. ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν·
  12. ἐνταυθοῖ νῦν ἧσο μετʼ ἀνδράσιν οἰνοποτάζων·
  13. κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω
  14. πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν
  15. οἶκος ὅδʼ, ἀλλʼ Ὀδυσῆος, ἐμοὶ δʼ ἐκτήσατο κεῖνος.
  16. ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς
  17. καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.
  18. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
  19. Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
  20. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  21. καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί,
  22. Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει.
  23. οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη
  24. παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν.
  25. ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων.
  26. κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην
  27. ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ
  28. ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.
  29. οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
  30. μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα·
  31. πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο
  32. ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει
  33. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.
  34. μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
  35. λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον
  36. δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.
  37. ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,
  38. Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν·
  39. ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι
  40. μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.
  41. ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·
  42. κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω·
  43. μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,
  44. ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
  45. ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται.
  46. ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς
  47. ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ
  48. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  49. ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.
  50. κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς
  51. ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ
  52. σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον.
  53. Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·
  54. Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ·
  55. οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.
  56. ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,
  57. καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο
  58. ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ
  59. φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,
  60. ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα.
  61. ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,
  62. μήλων σφαζομένων οἴνοιό τε πινομένοιο
  63. καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.
  64. ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·
  65. εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,
  66. καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη
  67. τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,
  68. ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
  69. ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.
  70. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
  71. ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·
  72. ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
  73. ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
  74. μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον
  75. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  76. Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην
  77. ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.
  78. ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
  79. νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
  80. τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τε
  81. μνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν,
  82. εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·
  83. νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν.
  84. ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,
  85. γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,
  86. ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,
  87. ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ.
  88. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  89. οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,
  90. ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται,
  91. οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω
  92. γήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι.
  93. αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι
  94. μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.
  95. ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη
  96. ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.
  97. οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,
  98. αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων
  99. δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός.
  100. τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
  101. ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων
  102. εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.
  103. οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,
  104. αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι·
  105. εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,
  106. ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ
  107. οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς.
  108. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.
  109. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·
  110. ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.
  111. ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε
  112. εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει.
  113. τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
  114. Εὐρύμαχʼ, οὔ τί σʼ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν·
  115. εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω
  116. καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.
  117. τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν
  118. ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτο
  119. μνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆος
  120. ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.
  121. ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,
  122. ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.
  123. μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες
  124. Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες·
  125. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  126. Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος·
  127. οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,
  128. σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων
  129. ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης.
  130. ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.
  131. ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·
  132. τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες