Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην·
  2. σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον
  3. κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης.
  4. σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,
  5. καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς.
  6. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  7. Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν,
  8. ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,
  9. δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν·
  10. πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν
  11. ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν·
  12. ἐνταυθοῖ νῦν ἧσο μετʼ ἀνδράσιν οἰνοποτάζων·
  13. κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω
  14. πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν
  15. οἶκος ὅδʼ, ἀλλʼ Ὀδυσῆος, ἐμοὶ δʼ ἐκτήσατο κεῖνος.
  16. ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς
  17. καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.
  18. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
  19. Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
  20. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  21. καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί,
  22. Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει.
  23. οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη
  24. παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν.
  25. ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων.
  26. κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην
  27. ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ
  28. ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.
  29. οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
  30. μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα·
  31. πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο
  32. ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει
  33. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.