Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή,
  2. Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός.
  3. ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  4. ἐλθόντες δʼ ἐς δώματʼ Ὀδυσσῆος θείοιο
  5. χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
  6. οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,