Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  2. μνηστῆρες δʼ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε
  3. ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,
  4. αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν.
  5. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν·
  6. ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή,
  7. Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός.
  8. ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.