Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νωλεμέως· ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα.
  2. ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο,
  3. ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα
  4. αἰόλλῃ, μάλα δʼ ὦκα λιλαίεται ὀπτηθῆναι,
  5. ὣς ἄρʼ ὅ γʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζων
  6. ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει
  7. μοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη
  8. οὐρανόθεν καταβᾶσα· δέμας δʼ ἤϊκτο γυναικί·