Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦ σέθεν ἐνθάδʼ ἐόντος ἐλεύσεται οἴκαδʼ Ὀδυσσεύς·
  2. σοῖσιν δʼ ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κʼ ἐθέλῃσθα,
  3. κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν.
  4. τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·
  5. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων·
  6. γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.
  7. ὣς δʼ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι
  8. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
  9. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  10. μνηστῆρες δʼ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε
  11. ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,