Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτʼ ἀνεκτὰ πέλονται·
  2. ἀλλʼ ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν
  3. ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ.
  4. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  5. βουκόλʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας,
  6. γιγνώσκω δὲ καὶ αὐτὸς ὅ τοι πινυτὴ φρένας ἵκει,
  7. τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·
  8. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα
  9. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
  10. ἦ σέθεν ἐνθάδʼ ἐόντος ἐλεύσεται οἴκαδʼ Ὀδυσσεύς·
  11. σοῖσιν δʼ ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κʼ ἐθέλῃσθα,
  12. κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν.
  13. τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·
  14. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων·
  15. γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.
  16. ὣς δʼ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι
  17. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
  18. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  19. μνηστῆρες δʼ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε
  20. ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,
  21. αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν.
  22. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν·
  23. ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή,
  24. Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός.
  25. ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  26. ἐλθόντες δʼ ἐς δώματʼ Ὀδυσσῆος θείοιο
  27. χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
  28. οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,
  29. ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην·
  30. σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον
  31. κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης.