Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀνδρί γʼ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων·
  2. τὰς δʼ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς
  3. ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν,
  4. οὐδʼ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη
  5. κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.
  6. αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
  7. πόλλʼ ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος
  8. ἄλλων δῆμον ἱκέσθαι ἰόντʼ αὐτῇσι βόεσσιν,
  9. ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον, αὖθι μένοντα
  10. βουσὶν ἐπʼ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν.
  11. καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων
  12. ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτʼ ἀνεκτὰ πέλονται·
  13. ἀλλʼ ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν
  14. ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ.
  15. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  16. βουκόλʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας,
  17. γιγνώσκω δὲ καὶ αὐτὸς ὅ τοι πινυτὴ φρένας ἵκει,
  18. τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·
  19. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα
  20. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
  21. ἦ σέθεν ἐνθάδʼ ἐόντος ἐλεύσεται οἴκαδʼ Ὀδυσσεύς·
  22. σοῖσιν δʼ ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κʼ ἐθέλῃσθα,
  23. κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν.
  24. τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·
  25. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων·
  26. γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.
  27. ὣς δʼ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι
  28. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
  29. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  30. μνηστῆρες δʼ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε
  31. ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,
  32. αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν.
  33. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν·
  34. ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή,
  35. Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός.
  36. ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  37. ἐλθόντες δʼ ἐς δώματʼ Ὀδυσσῆος θείοιο
  38. χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
  39. οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,
  40. ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην·
  41. σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον
  42. κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης.
  43. σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,
  44. καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς.
  45. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  46. Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν,
  47. ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,
  48. δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν·
  49. πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν
  50. ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν·
  51. ἐνταυθοῖ νῦν ἧσο μετʼ ἀνδράσιν οἰνοποτάζων·
  52. κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω
  53. πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν
  54. οἶκος ὅδʼ, ἀλλʼ Ὀδυσῆος, ἐμοὶ δʼ ἐκτήσατο κεῖνος.
  55. ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς
  56. καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.
  57. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
  58. Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
  59. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  60. καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί,
  61. Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει.
  62. οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη
  63. παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν.
  64. ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων.
  65. κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην
  66. ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ
  67. ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.
  68. οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
  69. μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα·
  70. πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο
  71. ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει
  72. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.
  73. μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
  74. λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον
  75. δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.
  76. ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,
  77. Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν·
  78. ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι
  79. μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.
  80. ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·
  81. κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω·
  82. μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,
  83. ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον