μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσεμνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐωτοιάδε λαίφεʼ ἔχοντα κατʼ ἀνθρώπους ἀλάλησθαι,εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.εἰ δʼ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,ὤ μοι ἔπειτʼ Ὀδυσῆος ἀμύμονος, ὅς μʼ ἐπὶ βουσὶνεἷσʼ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.νῦν δʼ αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλωςἀνδρί γʼ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων·τὰς δʼ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖςἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν,οὐδʼ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδηκτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.