Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·
  2. οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,
  3. μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.
  4. ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε
  5. μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω
  6. τοιάδε λαίφεʼ ἔχοντα κατʼ ἀνθρώπους ἀλάλησθαι,
  7. εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
  8. εἰ δʼ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,
  9. ὤ μοι ἔπειτʼ Ὀδυσῆος ἀμύμονος, ὅς μʼ ἐπὶ βουσὶν
  10. εἷσʼ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.
  11. νῦν δʼ αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως
  12. ἀνδρί γʼ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων·
  13. τὰς δʼ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς
  14. ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν,
  15. οὐδʼ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη
  16. κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.
  17. αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
  18. πόλλʼ ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος
  19. ἄλλων δῆμον ἱκέσθαι ἰόντʼ αὐτῇσι βόεσσιν,
  20. ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον, αὖθι μένοντα
  21. βουσὶν ἐπʼ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν.
  22. καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων
  23. ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτʼ ἀνεκτὰ πέλονται·
  24. ἀλλʼ ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν
  25. ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ.
  26. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  27. βουκόλʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας,
  28. γιγνώσκω δὲ καὶ αὐτὸς ὅ τοι πινυτὴ φρένας ἵκει,
  29. τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·
  30. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα
  31. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
  32. ἦ σέθεν ἐνθάδʼ ἐόντος ἐλεύσεται οἴκαδʼ Ὀδυσσεύς·
  33. σοῖσιν δʼ ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κʼ ἐθέλῃσθα,