Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,
  • ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι
  • ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
  • δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·
  • ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,
  • ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.