Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς·
  2. τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,
  3. ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι
  4. ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
  5. δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·
  6. ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,
  7. ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.
  8. ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς,
  9. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  10. χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω
  11. ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
  12. Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·