Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
  2. αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς·
  3. τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,
  4. ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι
  5. ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
  6. δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·
  7. ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,
  8. ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.