Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖσι δʼ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,
  2. βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.
  3. πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους
  4. ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται.
  5. καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
  6. αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς·
  7. τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,
  8. ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι
  9. ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
  10. δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·
  11. ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,
  12. ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.
  13. ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς,
  14. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  15. χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω
  16. ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
  17. Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·
  18. οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,
  19. μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.
  20. ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε
  21. μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω
  22. τοιάδε λαίφεʼ ἔχοντα κατʼ ἀνθρώπους ἀλάλησθαι,
  23. εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
  24. εἰ δʼ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,
  25. ὤ μοι ἔπειτʼ Ὀδυσῆος ἀμύμονος, ὅς μʼ ἐπὶ βουσὶν
  26. εἷσʼ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.
  27. νῦν δʼ αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως
  28. ἀνδρί γʼ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων·
  29. τὰς δʼ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς
  30. ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν,
  31. οὐδʼ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη
  32. κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.
  33. αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι