Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς,
  2. ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
  3. τοῖσι δʼ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,
  4. βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.
  5. πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους
  6. ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται.
  7. καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
  8. αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς·
  9. τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,
  10. ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι
  11. ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
  12. δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·