Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτʼ ἔτλης.
  2. ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ
  3. ἰφθίμους ἑτάρους· σὺ δʼ ἐτόλμας, ὄφρα σε μῆτις
  4. ἐξάγαγʼ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.
  5. ὣς ἔφατʼ, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ·
  6. τῷ δὲ μάλʼ ἐν πείσῃ κραδίη μένε τετληυῖα