Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἶγας ἄγων αἳ πᾶσι μετέρεπον αἰπολίοισι,
  2. δεῖπνον μνηστήρεσσι. δύω δʼ ἅμʼ ἕποντο νομῆες.
  3. καὶ τὰς μὲν κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
  4. αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα κερτομίοισι·
  5. ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις κατὰ δῶμα
  6. ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε;