Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολυμήτις Ὀδυσσεύς·
  2. αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην,
  3. ἣν οἵδʼ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται
  4. οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδʼ αἰδοῦς μοῖραν ἔχουσιν.