Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦέ σʼ ἀτιμάζουσι κατὰ μέγαρʼ, ὡς τὸ πάρος περ;
  2. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολυμήτις Ὀδυσσεύς·
  3. αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην,
  4. ἣν οἵδʼ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται
  5. οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδʼ αἰδοῦς μοῖραν ἔχουσιν.
  6. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,